2 Kings 9

1καὶ Ελισαιε προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν καὶ εἶπεν αὐτῷ Ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου Καὶ δεῦρο εἰς Ρεμμωθ Γαλααδ· 2καὶ εἰσελεύσῃ ἐκεῖ καὶ ὄψῃ ἐκεῖ Ιου υἱὸν Ιωσαφατ υἱοῦ Ναμεσσι καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμίειον ἐν τῷ ταμιείῳ· 3καὶ λήμψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἰπόν Τάδε λέγει κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ· καὶ ἀνοίξεις τὴν θύραν καὶ φεύξῃ καὶ οὐ μενεῖς. 4καὶ ἐπορεύθη τὸ παιδάριον προφήτης εἰς Ρεμμωθ Γαλααδ 5καὶ εἰσῆλθεν, καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπεν Λόγος μοι πρὸς σέ, ἄρχων· καὶ εἶπεν Ιου Πρὸς τίνα ἐκ πάντων ἡμῶν; καὶ εἶπεν Πρὸς σέ, ἄρχων. 6καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ Τάδε λέγει κύριος θεὸς Ισραηλ, Κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν κυρίου ἐπὶ τὸν ισραηλ 7καὶ ἐξολεθρεύσεις τὸν οἶκον Αχααβ τοῦ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων κυρίου ἐκ χειρὸς Ιεζαβελ 8καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου Αχααβ καὶ ἐξολεθρεύσεις τῷ οἴκῳ αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ· 9καὶ δώσω τὸν οἶκον Αχααβ ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ὡς τὸν οἶκον Βαασα υἱοῦ Αχια· 10καὶ τὴν Ιεζαβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι Ιεζραελ, καὶ οὐκ ἔστιν θάπτων. καὶ ἤνοιξεν τὴν θύραν καὶ ἔφυγεν. 11καὶ Ιου ἐξῆλθεν πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπον αὐτῷ Εἰ εἰρήνη; τί ὅτι εἰσῆλθεν ἐπίλημπτος οὗτος πρὸς σέ; καὶ εἶπεν αὐτοῖς Ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ. 12καὶ εἶπον Ἄδικον· ἀπάγγειλον δὴ ἡμῖν. καὶ εἶπεν Ιου πρὸς αὐτούς οὕτως καὶ Οὕτως ἐλάλησεν πρός με λέγων Τάδε λέγει κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ. 13καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβον ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ γαρεμ τῶν ἀναβαθμῶν καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπον Ἐβασίλευσεν Ιου. 14καὶ συνεστράφη Ιου υἱὸς Ιωσαφατ υἱοῦ Ναμεσσι πρὸς Ιωραμ καὶ ιωραμ αὐτὸς ἐφύλασσεν ἐν Ρεμμωθ Γαλααδ, αὐτὸς καὶ πᾶς Ισραηλ, ἀπὸ προσώπου Αζαηλ βασιλέως Συρίας, 15καὶ ἀπέστρεψεν Ιωραμ βασιλεὺς ἰατρευθῆναι ἐν Ιεζραελ. ἀπὸ τῶν πληγῶν, ὧν ἔπαισαν αὐτὸν οἱ Σύροι ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Αζαηλ βασιλέως Συρίας καὶ εἶπεν Ιου Εἰ ἔστιν ψυχὴ ὑμῶν μετ' ἐμοῦ, μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν ιεζραελ 16καὶ ἵππευσεν καὶ ἐπορεύθη Ιου καὶ κατέβη εἰς Ιεζραελ, ὅτι Ιωραμ. βασιλεὺς Ισραηλ ἐθεραπεύετο ἐν Ιεζραελ ἀπὸ τῶν τοξευμάτων, ὧν κατετόξευσαν αὐτὸν οἱ Αραμιν ἐν τῇ Ραμμαθ ἐν τῷ πολέμῳ μετὰ Αζαηλ βασιλέως Συρίας, ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως, καὶ Οχοζιας βασιλεὺς ιουδα κατέβη ἰδεῖν τὸν ιωραμ 17καὶ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον ἐν Ιεζραελ καὶ εἶδεν τὸν κονιορτὸν Ιου ἐν τῷ παραγίνεσθαι αὐτὸν καὶ εἶπεν Κονιορτὸν ἐγὼ βλέπω. καὶ εἶπεν Ιωραμ Λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν, καὶ εἰπάτω Εἰ εἰρήνη; 18καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπεν Τάδε λέγει βασιλεύς Εἰ εἰρήνη; καὶ εἶπεν Ιου Τί σοι καὶ εἰρήνῃ; ἐπίστρεφε εἰς τὰ ὀπίσω μου. καὶ ἀπήγγειλεν σκοπὸς λέγων Ἦλθεν ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν. 19καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον, καὶ ἦλθεν πρὸς αὐτὸν καὶ εἶπεν Τάδε λέγει βασιλεύς Εἰ εἰρήνη; καὶ εἶπεν Ιου Τί σοι καὶ εἰρήνῃ; ἐπιστρέφου εἰς τὰ ὀπίσω μου. 20καὶ ἀπήγγειλεν σκοπὸς λέγων Ἦλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν· καὶ ἄγων ἦγεν τὸν Ιου υἱὸν Ναμεσσιου, ὅτι ἐν παραλλαγῇ ἐγένετο. 21καὶ εἶπεν Ιωραμ Ζεῦξον· καὶ ἔζευξεν ἅρμα. καὶ ἐξῆλθεν ιωραμ βασιλεὺς Ισραηλ καὶ Οχοζιας βασιλεὺς Ιουδα, ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ, καὶ ἐξῆλθον εἰς ἀπαντὴν Ιου καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαι τοῦ Ιεζραηλίτου. 22καὶ ἐγένετο ὡς εἶδεν Ιωραμ τὸν Ιου; καὶ εἶπεν Εἰ εἰρήνη, Ιου, καὶ εἶπεν Ιου Τί εἰρήνη; ἔτι αἱ πορνεῖαι Ιεζαβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά. 23καὶ ἐπέστρεψεν Ιωραμ τὰς χεῖρας αὐτοῦ τοῦ φυγεῖν καὶ εἶπεν πρὸς Οχοζιαν Δόλος, Οχοζια. 24καὶ ἔπλησεν Ιου τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξεν τὸν Ιωραμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλθεν τὸ βέλος διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ. 25καὶ εἶπεν Ιου πρὸς Βαδεκαρ τὸν τριστάτην αὐτοῦ Ῥῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαι τοῦ Ιεζραηλίτου· ὅτι μνημονεύω, ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Αχααβ τοῦ πατρὸς αὐτοῦ, καὶ κύριος ἔλαβεν ἐπ' αὐτὸν τὸ λῆμμα τοῦτο λέγων 26Εἰ μὴ μετὰ τῶν αἱμάτων Ναβουθαι καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές, φησὶν κύριος, καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, φησὶν κύριος· καὶ νῦν ἄρας δὴ ῥῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα κυρίου. 27καὶ Οχοζιας βασιλεὺς Ιουδα εἶδεν καὶ ἔφυγεν ὁδὸν Βαιθαγγαν, καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ιου καὶ εἶπεν καὶ γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν ἐν τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαι, ἐστιν Ιεβλααμ, καὶ ἔφυγεν εἰς Μαγεδδων Καί ἀπέθανεν ἐκεῖ. 28καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυιδ. 29καὶ ἐν ἔτει ἑνδεκάτῳ Ιωραμ βασιλέως Ισραηλ ἐβασίλευσεν Οχοζιας ἐπὶ Ιουδαν. 30καὶ ἦλθεν Ιου εἰς Ιεζραελ· καὶ Ιεζαβελ ἤκουσεν καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνεν τὴν κεφαλὴν αὐτῆς Καὶ διέκυψεν διὰ τῆς θυρίδος. 31καὶ Ιου εἰσεπορεύετο ἐν τῇ πόλει, καὶ εἶπεν Εἰ εἰρήνη, Ζαμβρι φονευτὴς τοῦ κυρίου αὐτοῦ; 32καὶ ἐπῆρεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτὴν καὶ εἶπεν Τίς εἶ σύ; κατάβηθι μετ' ἐμοῦ. καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι· 33καὶ εἶπεν Κυλίσατε αὐτήν· καὶ ἐκύλισαν αὐτήν, καὶ ἐρραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν. 34καὶ εἰσῆλθεν Ιου καὶ ἔφαγεν καὶ ἔπιεν καὶ εἶπεν Ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν, ὅτι θυγάτηρ βασιλέως ἐστίν. 35καὶ ἐπορεύθησαν θάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν. 36καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ, καὶ εἶπεν Λόγος κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου τοῦ Θεσβίτου λέγων Ἐν τῇ μερίδι Ιεζραελ καταφάγονται οἱ κύνες τὰς σάρκας Ιεζαβελ, 37καὶ ἔσται τὸ θνησιμαῖον Ιεζαβελ. ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ιεζραελ ὥστε μὴ εἰπεῖν αὐτούς ιεζαβελ
Copyright information for LXX